08 Σεπτεμβρίου 2018

† Σάββατο 08 Σεπτεμβρίου 2018 Αποστολική Περικοπή

† Σάββατο 08 Σεπτεμβρίου 2018 Αποστολική Περικοπή

Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε
τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Πρόσχωμεν!.

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.

Σοφία.

Προς Φιλιππησίους  Ἐπιστολῆς Παύλου τό Ἀνάγνωσμα Κεφ. Β´ 5 - 11

Πρόσχωμεν!.

Αδελφοί  τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν ὃ καὶ  ἐν Χριστῷ ᾿Ιησοῦ,

ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ,

ἀλλ᾿ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος,

καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν
γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.

διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο
αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα,

ἵνα ἐν τῷ ὀνόματι ᾿Ιησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων
καὶ ἐπιγείων καὶ καταχθονίων,

καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος
᾿Ιησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ πατρός.

Εἰρήνη σοι. το Αναγνώντη.


Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.


Πηγή : stilosorthodoxias.gr

news

About news

Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.

Subscribe to this Blog via Email :